†ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ.Τῶν ἁγίων 14.000 νηπίων ὑπό Ἡρώδου ἀναιρεθέντων.Εσπερινό-Απόδειπνο

20 days ago
3

Κυριακή 29 Δεκεμβρίου 2024
† ΜΕΤΑ ΤΗΝ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ.
Μεθέορτα τῶν Γενεθλίων. Τῶν ἁγίων 14.000 νηπίων ὑπό Ἡρώδου ἀναιρεθέντων.
Μνήμη τῶν Ἁγίων καὶ δικαίων Θεοπατόρων, Ἰωσὴφ τοῦ Μνήστορος τῆς Ἁγίας Παρθένου Δεσποίνης ἡμῶν Θεοτόκου, Ἰακώβου τοῦ Ἀδελφοῦ τοῦ Κυρίου, καὶ Δαυῒδ τοῦ Προφήτου καὶ Βασιλέως.
Μνήμη πάντων τῶν Χριστιανῶν καὶ ἀδελφῶν ἡμῶν τῶν ἐν λιμῷ καὶ δίψει καὶ μαχαίρᾳ καὶ κρύει τελειωθέντων.
Τελεῖται δὲ ἡ αὐτῶν Σύναξις ἐν τοῖς Χαλκοπρατείοις εἰς τὸν ναὸν τῆς Ὑπεραγίας Θεοτόκου, ἔνθα ἡ ἁγία σορός.
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρκέλλου, Ἡγουμένου τῆς Μονῆς τῶν Ἀκοιμήτων.
Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Θαδδαίου τοῦ Ὁμολογητοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, τὰ ἐγκαίνια τοῦ ναοῦ τῶν ἁγίων 40 Μαρτύρων πλησίον τοῦ Χαλκοῦ τετραπύλου.
Ὁ ἐν ἁγίοις Πατὴρ ἡμῶν Γεώργιος ὁ ἐπίσκοπος Νικομηδείας, ὁ ποιητὴς ᾀσματικῶν τινων κανόνων καὶ ἑτέρων γλαφυρῶν ὕμνων, ἐν εἰρήνῃ τελειοῦται.
Οἱ Ὅσιοι πατέρες Βενιαμὶν καὶ Ἀθηνόδωρος ἐν εἰρήνῃ τελειοῦνται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Κυριακὴ Μετὰ τὴν Χριστοῦ Γέννησιν.
Μέγας Εσπερινός - Μικρό Απόδειπνο.
Ήχος εβδομάδος β΄.

Loading comments...